Η ελληνική ποίηση στην ορθόδοξη υμνολογία

Πέμπτη Α νηστειῶν

Ψυχή μου ψυχή μου, ἀνάστα, τὶ καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι· ἀνάνηψον οὖν, ἵνα φείσηταί σοι Χριστὸς ὁ Θεὸς ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πλήρῶν

Ακαθίστου ανθολόγηση ποιητική

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα

….

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε, ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

….

Εύρύχωρον σκήνωμα, τοῦ Λόγου, χαῖρε ἄχραντε· κόχλος ἡ τὸν θεῖον μαργαρίτην προαγαγοῦσα, χαῖρε πανθαύμαστε· πάντων πρὸς Θεὸν καταλλαγή, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα· χαῖρε τῶν Ἀποστόλων τὸ ἐγκαλλώπισμα.

Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα Ἡλίου τοῦ νοητοῦ· ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

Tης Μεγάλης Εβδομάδος

Μεγάλη Δευτέρα

Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων μαθητάς, μὴ ὁμοιοῦσθε τοῖς ἔθνεσιν, ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων· οὐχ οὕτω γὰρ ἔσται ὑμῖν, τοῖς ἐμοῖς μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω· ὁ πρῶτος οὖν ὑμῶν ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος· καὶ γὰρ ἐλήληθα αὐτός, τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι, ἀντὶ πολλῶν τὴν ψυχήν, τῶν βοώντων μοι. Δόξα σοι.

Μωσῆς κατένοησεν ἐν βάτῳ, τὸ μέγα Μυστήριον τοῦ τόκου σου· Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα, μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ Νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος

Μεγάλη Τρίτη

Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημα Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν, καὶ νεάνισιν ὠμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος· τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα· ἀλλἀ ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον, ἐξανάστησον, καὶ ταῖς φρονίμαις συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρός, ἑορταζόντων, καὶ βοώντων ἀπαύστως· Κύριε δόξα σοι.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *