Η ΕΛΛΗΝΙΚΗ ΠΟΙΗΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΥΜΝΟΛΟΓΙΑΣ

ΑΠΟ ΤΟΝ ΕΣΠΕΡΙΝΟ ΤΟΥ ΑΣΩΤΟΥ:

Eἰς ἀναμάρτητον χώραν καὶ ζωηρὰν ἐπιστεύθην, γεωοπορήσας τὴν ἁμαρτίαν·τῇ δρεπάνῃ ἐθέρισα τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας .Ἀλλἀ αἰτῶ σε τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεὸν· Τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμησον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν συγκλείων με ἀποθήκην, καὶ σῶσόν με.